Ancient Greek · ~5 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 16
Not analysed yet
Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα· δι᾿ ὧν καὶ ἐν τούτοις δείκνυται ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. τίς γὰρ δύναιτ᾿ ἂν τὴν ἐν αὐτοῖς πληθὺν καὶ γονὴν παμποίκιλον ἐξαριθμῆσαι; ἔτι μὴν καὶ εὐλογήθη ὑπὸ τοῦ Θεοῦ τὰ ἐκ τῶν ὑδάτων γενόμενα, ὅπως ᾖ καὶ τοῦτο εἰς δεῖγμα τοῦ μέλλειν λαμβάνειν τοὺς ἀνθρώπους μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ ὕδατος καὶ λουτροῦ παλιγγενεσίας πάντας τοὺς προσίοντας τῇ ἀληθείᾳ, καὶ ἀναγεννωμένους καὶ λαμβάνοντας εὐλογίαν παρὰ τοῦ Θεοῦ. ἀλλὰ καὶ τὰ κήτη καὶ τὰ πετεινὰ τὰ σαρκοβόρα ἐν ὁμοιώματι τυγχάνει τῶν πλεονεκτῶν καὶ παραβατῶν. ὥσπερ γὰρ ἐκ μιᾶς φύσεως ὄντα τὰ ἔνυδρα καὶ τὰ πετεινὰ, ἔνια μὲν μένει ἐν τῷ κατὰ φύσιν, μὴ ἀδικοῦντα τὰ ἑαυτῶν ἀσθενέστερα, ἀλλὰ τηρεῖ νόμον τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν σπερμάτων τῆς γῆς ἐσθίει· ἔνια δὲ ἐξ αὐτῶν παραβαίνει τὸν νόμον τοῦ Θεοῦ σαρκοβοροῦντα, καὶ ἀδικεῖ τὰ ἑαυτῶν ἀσθενέστερα· οὕτως καὶ οἱ δίκαιοι φυλάσσοντες τὸν νόμον τοῦ Θεοῦ οὐδένα δάκνουσιν ἢ ἀδικοῦσιν, ὁσίως καὶ δικαίως ζῶντες· οἱ δὲ ἅρπαγες καὶ φονεῖς καὶ ἄθεοι ἐοίκασι κήτεσι καὶ θηρίοις καὶ πετείνοις τοῖς σαρκοβόροις. δυνάμει γὰρ καταπίνουσι τοὺς ἀσθενεστέρους ἑαυτῶν. ἡ μὲν οὖν τῶν ἐνύδρων καὶ ἑρπετῶν γονὴ, μετεσχηκυῖα τῆς εὐλογίας τοῦ Θεοῦ, οὐδὲν ἴδιον πάνυ κέκτηται.