Ancient Greek · ~6 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Theophilus, Ad Autolycum 3-3
Not analysed yet
Δόξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες, οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν, οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ ἐλέγχει αὐτοὺς, ᾗ ἀσύμφωνα εἰρήκασι· καὶ τὰ ἴδια δόγματα οἱ πλείους αὐτῶν κατέλυσαν. οὐ γὰρ ἀλλήλους μόνον ἀνέτρεψαν, ἀλλ᾿ ἤδη τινὲς καὶ τὰ ἑαυτῶν δόγματα ἄκυρα ἐποίησαν, ὥστε ἡ δόξα αὐτῶν εἰς ἀτιμίαν καὶ μωρίαν ἐχώρησεν· ὑπὸ γὰρ τῶν συνετῶν καταγινώσκονται. ἤτοι γὰρ περὶ θεῶν ἔφασαν, καὶ αὐτοὶ ὕστερον ἀθεότητα ἐδίδαξαν· ἢ εἰ καὶ περὶ κόσμου γενέσεως, ἔσχατον αὐτοματισμὸν εἶπον εἶναι τῶν πάντων. ἀλλὰ καὶ περὶ προνοίας λέγοντες, πάλιν ἀπρονόητον εἶναι κόσμον ἐδογμάτισαν. τί δ᾿ οὐχὶ καὶ περὶ σεμνότητος πειρώμενοι γράφειν, ἀσελγείας καὶ πορνείας καὶ μοιχείας ἐδίδαξαν ἐπιτελεῖσθαι, ἔτι μὴν καὶ τὰς στυγητὰς ἀῤῥητοποιΐας εἰσηγήσαντο. καὶ πρώτους γε τοὺς θεοὺς αὐτῶν κηρύσσουσιν ἐν ἀῤῥήτοις μίξεσι συγγίνεσθαι, ἔν τε ἀθέσμοις βρώσεσι. τίς γὰρ οὐκ ᾄδει Κρόνον τεκνοφάγον· Δία δὲ τὸν παῖδα αὐτοῦ τὴν Μῆτιν καταπίνειν, καὶ δεῖπνα μιαρὰ τοῖς θεοῖς ἑτοιμάζειν· ἔνθα καὶ χωλὸν Ἠφαιστόν τινα χαλκέα φασὶ διακονεῖν αὐτοῖς. τήν τε Ἥραν ἰδίαν ἀδελφὴν μὴ μόνον τὸν Δία γαμεῖν, ἀλλὰ καὶ διὰ στόματος ἀνάγνου ἀῤῥητοποιεῖν. τάς τε λοιπὰς περὶ αὐτοῦ πράξεις, ὁπόσας ᾄδουσιν οἱ ποιηταὶ, εἰκὸς ἐπίστασαι. τί μοι λοιπὸν καταλέγειν τὰ περὶ Ποσειδῶνος, καὶ Ἀπόλλωνος, ἢ Διονύσου, καὶ Ἡρακλέους, Ἀθηνᾶς τῆς φιλοκόλπου, καὶ Ἀφροδίτης τῆς ἀναισχύντου, ἀκριβέστερον πεποιηκότων ἡμῶν ἐν ἑτέρῳ τὸν περὶ αὐτῶν λόγον.