Ancient Greek · ~3 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Theophilus, Ad Autolycum 4-3
Not analysed yet
Οὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σὲ θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ. ἐπείτοι οὐκ ἂν ἐκινήθης ὑπὸ ἀνοήτων ἀνθρώπων κενοῖς λόγοις ἀπάγεσθαι, καὶ φήμῃ πείθεσθαι προκατεσχηκυίῃ, στομάτων ἀθέων ψευδῶς συκοφαντούντων ἡμᾶς, τοὺς θεοσεβεῖς καὶ Χριστιανοὺς καλουμένους, φασκόντων ὡς κοινὰς ἁπάντων οὔσας τὰς γυναῖκας ἡμῶν, καὶ διαφόρῳ μίξει ξυνόντας, ἔτι μὴν καὶ ταῖς ἰδίαις ἀδελφαῖς συμμίγνυσθαι, καὶ τὸ ἀθεώτατον καὶ ὠμότατον, πασῶν σαρκῶν ἀνθρωπίνων ἐφάπτεσθαι ἡμᾶς. ἀλλὰ καὶ ὡς προσφάτου ὁδεύοντος τοῦ καθ᾿ ἡμᾶς λόγου, καὶ μηδὲν ἔχειν ἡμᾶς λέγειν εἰς ἀπόδειξιν ἀληθείας τῆς καθ᾿ ἡμᾶς, καὶ διδασκαλίας· μωρίαν δὲ εἶναι τὸν λόγον ἡμῶν φασίν. ἐγὼ μὲν οὖν θαυμάζω μάλιστα ἐπὶ σοὶ, ὃς ἐν μὲν τοῖς λοιποῖς γενόμενος σπουδαῖος, καὶ ἐκζητητὴς ἁπάντων πραγμάτων, ἀμελέστερον ἡμῶν ἀκούεις. εἰ γάρ σοι δυνατὸν, καὶ νύκτωρ οὐκ ὤκνεις διατρίβειν ἐν ταῖς βιβλιοθήκαις.