Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 37
Not analysed yet
Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξείποντο, καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσι κολάζεσθαι. Αἰσχύλος ἔφη· Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη· Ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Εὐριπίδης· Ἀνέχου πάσχων, δρῶν γὰρ ἔχαιρες· Νόμος τὸν ἐχθρὸν δρᾷν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός· Ἐχθρὸν κακῶς δρᾷν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος· Ἓν δ᾿ ἐπίσταμαι μέγα, Τὸν κακῶς τι δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. καὶ ὅτι ὁ Θεὸς τὰ πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν· Ὁ τῆς δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. καὶ ὅτι μέλλει ἡ τοῦ Θεοῦ κρίσις γίνεσθαι, καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανε, λέγων· Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς, Καὶ τἀμπλάκημα τῷ περῶντι τὴν Θέμιν. Ὁρᾷς δίκην ἄναυδον οὐχ ὁρωμένην, Εὕδοντι, καὶ στείχοντι, καὶ καθημένῳ· Ἑξῆς ὁπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον· Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον. Ὅτι δ᾿ ἂν ποιῆς δεινὸν, νόμιζ᾿ ὁρᾷν τινά. τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης; Οὐκ ἔστ᾿ ἀνεπιδόκητον ἀνθρώποις κακὸν, Ὀλίγῳ χρόνῳ δὲ πᾶν μεταῤῥίπτει Θεός. πάλιν Εὐριπίδης· Οὐδέποτ᾿ εὐτυχίην κακοῦ ἀνδρὸς, ὑπέρφρονα δ᾿ ὄλβον Βέβαιον εἰκάσαι χρεὼν, Οὐδ᾿ ἀδίκων γενέαν. Ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος Δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Εὐριπίδης· Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι Τοὺς κακῶς παγέντας ὅρκους καὶ συνηναγκασμένους. καὶ ὁ Σοφοκλῆς· Εἰ δειν᾿ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου, ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος, ὅτι μέλλει ὁ Θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχέδον προειρήκασιν· ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου, θέλοντες καὶ μὴ θέλοντες, ἀκόλουθα ἐξεῖπον τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι, καὶ κλέψαντες ταῦτα ἐκ νόμου καὶ τῶν προφητῶν.