Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 4-2
Not analysed yet
Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου Θεὸν εἶναι, ἢ εἰ καὶ ἔστι, μηδενός φασι φροντίζειν τὸν Θεὸν, πλὴν ἑαυτοῦ· καὶ ταῦτα μὲν παντελῶς Ἐπικούρου καὶ Χρυσίππου ἡ ἄνοια ἀπεφήνατο. ἕτεροι δέ φασιν αὐτοματισμὸν τῶν πάντων εἶναι, καὶ τὸν κόσμον ἀγέννητον, καὶ φύσιν ἀϊδίαν, καὶ τὸ σύνολον πρόνοιαν μὴ εἶναι Θεοῦ ἐτόλμησαν ἐξειπεῖν· ἀλλὰ Θεὸν εἶναι μόνον φασὶ τὴν ἑκάστου συνείδησιν. ἄλλοι δ᾿ αὖ τὸ δι᾿ ὅλου κεχωρηκὸς πνεῦμα Θεὸν δογματίζουσι. Πλάτων δὲ καὶ οἱ τῆς αἱρέσεως αὐτοῦ, Θεὸν μὲν ὁμολογοῦσιν ἀγέννητον καὶ πατέρα καὶ ποιητὴν τῶν ὅλων εἶναι· εἶτα ὑποτίθενται Θεὸν καὶ ὕλην ἀγέννητον, καὶ ταύτην φασὶ συνηκμακέναι τῷ Θεῷ. εἰ δὲ Θεὸς ἀγέννητος, καὶ ὕγη ἀγέννητος, οὐκ ἔτι ὁ Θεὸς ποιητὴς τῶν ὅλων ἐστὶ, κατὰ τοὺς Πλατωνικοὺς, οὐδὲ μὴν μοναρχία Θεοῦ δείκνυται, ὅσον τὸ κατ᾿ αὐτούς. ἔτι δὲ καὶ ὥσπερ ὁ Θεὸς ἀγέννητος ὢν καὶ ἀναλλοίωτός ἐστιν, οὕτως εἰ καὶ ἡ ὕλη ἀγέννητος ἦν, καὶ ἀναλλοίωτος καὶ ἰσόθεος ἦν. τὸ γὰρ γεννητὸν τρεπτὸν καὶ ἀλλοίωτον· τὸ δὲ ἀγέννητον ἀτρεπτὸν καὶ ἀναλλοίωτον. τί δὲ μέγα εἰ ὁ Θεὸς ἐξ ὑποκειμένης ὕλης ἐποίει τὸν κόσμον; καὶ γὰρ τεχνίτης ἄνθρωπος ἐπὰν ὕλην λάβῃ ἀπό τινος, ἐξ αὐτῆς ὅσα βούλεται ποιεῖ· Θεοῦ δὲ ἡ δύναμις ἐν τούτῳ φανεροῦται, ἵνα ἐξ οὐκ ὄντων ποιῇ ὅσα βούλεται· καθάπερ καὶ τὸ ψυχὴν δοῦναι καὶ κίνησιν οὐχ ἑτέρου τινός ἐστιν, ἀλλ᾿ ἢ μόνου Θεοῦ. καὶ γὰρ ἄνθρωπος εἰκόνα μὲν ποιεῖ, λόγον δὲ καὶ πνοὴν ἢ αἴσθησιν οὐ δύναται δοῦναι τῷ ὑπ᾿ αὐτοῦ γινομένῳ. Θεὸς δὲ τούτου πλεῖον τοῦτο κέκτηται, τὸ ποιεῖν λογικὸν, ἔμπνουν, αἰσθητικόν. ὥσπερ οὖν ἐν τούτοις πᾶσι δυνατώτερός ἐστιν ὁ Θεὸς τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ ἐξ οὐκ ὄντων ποιεῖν καὶ πεποιηκέναι τὰ ὄντα καὶ ὅσα βούλεται, καθὼς βούλεται.