Ancient Greek · ~7 min
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Theophilus, Ad Autolycum 5-2
Not analysed yet
Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγραφεῖς. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος, ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου, ἀλλὰ καὶ θεῶν· φησὶ γάρ που· Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν, Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός. ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου· καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτω γάρ φησι· Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται· λέγει γάρ· Χαίρετε τέκνα Διὸς, δότε δ᾿ ἱμερόεσσαν ἀοιδὴν, Κλείετε δ᾿ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ᾿ ἁλμυρὸς ἔτρεφε πόντος. Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο, Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν· Οἵ τ᾿ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων, Ὥς τ᾿ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο. Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον· Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ᾿ ἔχουσαι, Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅτι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ· ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;