Ancient Greek · ~2 min
Book 2, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 2.10.1
Not analysed yet
Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ' ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. Ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ' εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον.