Ancient Greek · ~2 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.15
Not analysed yet
Ἀλλὰ γὰρ αὕτη μὲν ἰδιότης ἄν τις εἴη πρὸς τὰ ἄλλα. Τὸ δὲ ἐπὶ τῶν φοινίκων συμβαῖνον οὐ ταὐτὸν μὲν ἔχει δέ τινα ὁμοιότητα τούτῳ δι' ὃ καλοῦσιν ὀλυνθάζειν αὐτούς· τὸ γὰρ ἀπὸ τῆς ἄρρενος ἄνθος καὶ ὁ κονιορτὸς καὶ χνοῦς συγκαταπαττόμενος ποιοῦσί τινα τῇ θερμότητι καὶ τῇ ἄλλῃ δυνάμει ξηρότητα καὶ εὔπνοιαν· διὰ τούτων δὲ ἡ ἐπιμονή· φαίνεται δὲ τρόπον τινὰ ὅμοιον τούτῳ καὶ τὸ ἐπὶ τῶν ἰχθύων συμβαῖνον ὅταν ὁ ἄρρην ἐπιρραίνῃ τοῖς ὠοῖς ἀποτικτομένοις τὸν θορόν. Ἀλλὰ τὰς μὲν ὁμοιότητας καὶ ἐκ τῶν ἀπηρτημένων ἐστὶ λαμβάνειν.