Ancient Greek · ~2 min
Book 2, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 2.15.5
Not analysed yet
Ταύτης μὲν οὖν ὥσπερ ἀνασώζεται πάλιν ἡ φύσις. Ἔνια δὲ ἐὰν μὴ κολουσθῇ τὸν καρπὸν οὐ πέττει καθάπερ ἡ ἄμπελος ἡ κανθάρεως καλουμένη δι' ὃ καὶ κολούουσιν ἄκρον τὸν βότρυν, εἰ δὲ μὴ σήπει καὶ διαφθείρει. Δῆλον οὖν ὡς ἁπλῶς εἰπεῖν ὅτι ἀφαιρέσεως δεῖται τῆς ὑγρότητος. Ἡ δ' (ἄπιος ἡ) φωκὶς κολουομένη βελτίων πρὸς δένδρωσιν οὐ πρὸς εὐκαρπίαν· ἐκτρέχει γὰρ ἄγαν μὴ κολουσθεῖσα καὶ γίνεται μονόκωλος καὶ ἀσθενὴς, εἰ δὲ μὴ παραβλαστάνουσα δενδροῦται.