Ancient Greek · ~1 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.10
Not analysed yet
Τάχα δ' ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι' ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάττειν ἀποξηραίνειν βουλομένους δι' ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴτιον.