Ancient Greek · ~2 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.11
Not analysed yet
Εἰ μὲν οὖν μηθὲν ἀντιλέγει δῆλον ὡς ἐν ἐκείνῳ τὸ αἴτιον. Εἰ δὲ ἐναντιοῦται συμβαίνοι ἂν ἐκείνως μὲν ἀπὸ τῶν ἐντὸς εἶναι τὴν ἀρχὴν καὶ εἴ τι προσεπιγίνεται τῶν ἐκτὸς, οὕτως δ' ἀπὸ τῆς ἔξωθεν ὑγρότητος ὑφ' ἧς μάλιστ' ἂν ἀποπίπτοι τὰ ὀρθὰ πεφυκότα καὶ μὴ κατακλινῆ καθάπερ οἱ κύτινοι· πιθανὸν δὲ καὶ ἐξ αὐτῶν τινας αἰτίας εἶναι τῆς ἀποβολῆς ὥσπερ νοσησάντων πλὴν ἡ μὲν νόσος ἴσως κοινὴ πάντων τῶν καρπῶν.