Ancient Greek · ~2 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.12
Not analysed yet
Τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ' ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι' ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ' οὐδ' ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. Ἔτι δ' ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει.