Ancient Greek · ~3 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.13
Not analysed yet
Φαίνεται δ' οὖν πλείους ἀντιλογίας ἔχειν τῶν πρότερον, εἰ μὴ ἄρα ἀμφοτέρως συμβαίνει καὶ ἐνδέχεται. Τὸ δ' ἐνίους τόπους μὴ δεῖσθαι τῶν ἐρινασμῶν οὐκ ἄτοπον ὥσπερ ἐλέχθη, συμμετρίαν ἔχοντας τῆς τε τροφῆς (καὶ) τοῦ ἀέρος· ἐπεὶ ὅτι γε ἡ ὑγρότης πολλὴ καθ' ὅλον τὸ γένος καὶ ἐξ αὐτῶν τῶν ἀγρίων δῆλον. Καὶ γὰρ ἡ ἀπεψία διὰ τοῦτο γίνεται καὶ ἐρινάζουσι κἀκείνους ὅπως ἐπιμείνωσι· διὰ τὰς αὐτὰς δ' αἰτίας καὶ διφοροῦσιν ἔνιοι δὲ καὶ τριφοροῦσιν αὐτῶν διὰ πλῆθος τροφῆς· ἀφαιρουμένων γὰρ τῶν πρώτων ῥᾳδίως ἕτερα φύουσι καὶ πάλιν τούτων ἕτερα πληθύοντές τε τῇ ὑγρότητι καὶ μέχρι τούτου κρατοῦντες ἐπὶ πλεῖον δ' οὐ δυνάμενοι διὰ τὴν ὑπερβολήν·