Ancient Greek · ~2 min
Book 2, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 2.9.14
Not analysed yet
μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ' ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. Φύεται γοῦν καὶ αὐτόματος· [ἡ δὲ τῶν αὐτομάτων γένεσις ἐκ σπέρματος καὶ ὅσα δὴ διὰ σῆψίν τινα μᾶλλον δ' ἀλλοίωσιν γίνεται τῆς γῆς·] ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν.