Ancient Greek · ~2 min
Book 3, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 3.17.4
Not analysed yet
Ὁ δὲ φοῖνιξ τὸν μὲν ἀέρα τὸν περιέχοντα ζητεῖ θερμὸν, οὕτω γὰρ ἡ πέπανσις τοῦ καρποῦ, τὰς δὲ ῥίζας καταψύχεσθαι διὰ τὴν ξηρότητα, τοῦτο δὲ ποιοῦσιν οἱ ἅλες. Ὅθεν καὶ τοῖς μὲν χρῶνται Βαβυλώνιοι, τῇ κόπρῳ δὲ οὐ χρῶνται. Τοῦ δὲ μόνῳ τούτῳ συμφέρειν τὴν ἰδιότητα τῆς φύσεως αἰτιατέον· ὥσπερ γὰρ τὸ ξύλον καὶ αἱ ῥίζαι διάφοροι τῶν ἄλλων δι' ὅπερ ἀναδηχθεῖσαι μᾶλλον ἐπισπῶνται τὴν τροφὴν καὶ αὐταὶ ἀρκοῦνται καὶ τὸ ὅλον δένδρον αὔξουσι.