Ancient Greek · ~3 min
Book 3, Chapter 21
Theophrastus, De causis plantarum (lib. 2-6) 3.21.3
Not analysed yet
Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν χεδροπῶν. Ἡ μὲν γὰρ γλίσχρα καὶ μελάγγεως ἐρέβινθον, ἡ δὲ κούφη κύαμον φέρει καλλίω, σύμμετρα γὰρ ἑκατέρῳ τὰ τῆς τροφῆς. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ἀεὶ πρὸς τὰ τῆς τροφῆς ἀνακτέον συμπαραλαμβάνοντα καὶ τὰ τοῦ ἀέρος. Ἡ γὰρ εὔειλος καὶ ἁπλῶς ἡ εὐδιεινὴ τὰ ἀσθενέστερα ἐκφέρει μᾶλλον ἡ δ' ἐναντία τὰ ἰσχυρά. Καὶ ἡ ἀνύφαμμος δὲ καὶ πηλώδης τὰ ὀλιγότροφα καὶ ξηρὰ καθάπερ τὴν ἀχιλληΐδα· καὶ γὰρ λευκαίνει μᾶλλον ἐκπέττουσα τὰς τροφάς· καὶ φέρει δὲ καὶ τεράμονα τὰ ξηρὰ καὶ τὰ πρόσειλα, πέττει γὰρ ὁ ἥλιος μᾶλλον, ἐν δὲ τοῖς εὐγείοις καὶ πίοσιν οὐχ ὁμοίως.