Ancient Greek · ~3 min
Book 3, Chapter 21
Theophrastus, De causis plantarum (lib. 2-6) 3.21.4
Not analysed yet
Πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδεσιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. Φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ κόπρον οὐκ ἐπιζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλλον. Ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχίτωνα εἶναι· δι' ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. Ἐνιαχοῦ δ' οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ' ὥσπερ μανοῦται καὶ κοπρίζεται.