Ancient Greek · ~2 min
Book 4, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 4.1.5
Not analysed yet
Τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι' ὃ καὶ πολυγονώτερα. Καίτοι τάχ' ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. Πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ' ἑνὸς γεγενῆσθαι σπέρματος. Ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. Τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ' ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν.