Ancient Greek · ~3 min
Book 4, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 4.10.3
Not analysed yet
τοῦτο δ' οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλάστην ἀφίησιν εἰς τὸ ἄνω, δι' ὃ καὶ τὰ μὲν τέλεα τὰ δ' ἀτελῆ τὰ δὲ μέλλοντα. Καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. Καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. Ἡ μὲν οὖν ἄνθησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπισινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ' ὁ κύαμος, ἀσθενέστερον γάρ. Καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω.