Ancient Greek · ~3 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.1
Not analysed yet
Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ' οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ' οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κριθῶν ὡσαύτως. Εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. Καὶ τοῦτ' εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. Ὄροβον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλείπεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. Τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος.