Ancient Greek · ~3 min
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.8
Not analysed yet
ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ' οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. Ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ' ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ' ὅλως οὐ φέρουσιν ὀλύνθους. Πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ' οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. Ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ' οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν.