Ancient Greek · ~3 min
Book 5, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 5.8.1
Not analysed yet
Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. Φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ δ' ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ' εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγομεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ' ἴδιόν ἐστιν ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν·