Ancient Greek
Book 5, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 5.8.2
Not analysed yet
τῶν δὲ νόσων ἀρχαὶ καθάπερ τοῖς ζώοις ἢ ἀπ' αὐτῶν ἢ ἀπὸ τῶν ἔξωθεν καὶ ἡ φθορὰ ἢ ὅλως ἢ εἰς καρπογονίαν. Ἀπ' αὐτῶν μὲν ὅταν ἢ πλῆθος ἢ ἔνδεια τῆς τροφῆς ἢ ποιότης, ἀπὸ δὲ τῶν ἔξωθεν ὅταν ἢ χειμῶνες ὑπερβάλλοντες ἢ καύματα ἢ ἐπομβρίαι ἢ ἄλλη τις δυσκρασία τοῦ ἀέρος· ἔτι δὲ ὅσα διὰ πληγὴν ἢ ἕλκωσιν ἐκ σκαπάνης ἢ ἐκτομῆς ἢ διακαθάρσεως ἢ ἐξ ἄλλης τοιαύτης αἰτίας· ὧν γ' ἔνιαι καὶ ἀπὸ τοῦ δαίμονος συμβαίνουσι καθάπερ ἡ χαλαζοκοπία· εἰ δὲ καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ τῆς τροφῆς τῶν ἔξωθεν ὥς τινές φασιν οὐδὲν ἂν διαφέροι.