Ancient Greek · ~2 min
Book 6, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 6.10.4
Not analysed yet
Πρὸς δὲ τὰ πρότερον εἰρημένα ζητήσειεν ἄν τις περὶ τὰ καθόλου λεχθέντα διὰ τί ποτε ἐνίοις ἐγγίνεταί γε καὶ πόθεν ἡ ἁλμυρίς. Εἰ μὲν γὰρ ἐν αὐτοῖς ὑπάρχει δῆλον ὡς οἰκεῖον ἄν τι τῆς τροφῆς εἴη καὶ τῆς φύσεως· εἰ δ' ἔξωθεν ἐπιγίνεται καὶ τοῦτο μὲν ἧττον ἐκεῖνο δ' ἄν τις ὁμοίως ἀπορήσειε πόθεν καὶ ὑπό τινος· ἀνάγκη γὰρ ἐκ τοῦ ἀέρος ἢ ἐκ τῆς ἀτμίδος τῆς ἀναφερομένης ἢ κατὰ τὰς ῥίζας ἑλκυσθὲν ἐξανθεῖν οἷον περίττωμά τι. Φαίνεται δ' ἡ ἅλμη καὶ ὅλως τὸ ἁλμῶδες ἐπιπολάζειν.