Ancient Greek · ~3 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.2
Not analysed yet
Οἷς δ' ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥστε τοῖς κρομύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ' εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκολουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν πλείστων· αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν. Ἡ δ' αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κάθυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. Τὰ μὲν γὰρ οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ' οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. Πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν.