Ancient Greek · ~2 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.3
Not analysed yet
Ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. Ὅτι δ' οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ' οἱ χυμοὶ τυγχάνουσιν οὔθ' αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τιν' ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον.