Ancient Greek
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.10
Not analysed yet
Λοιπὸν δ' οὖν εἰπεῖν διὰ τί ταῦτα οὐκ εὐώδη· τούτων δ' αἰτιατέον δρόσον τὴν πρόσειλον. Αὕτη δὴ πολλὴ πίπτουσα καθυγραίνει τὰ μὲν ἄνθη καὶ ὑγρότερα τὴν φύσιν ὄντα μᾶλλον τὰ δὲ ἄμικτα καὶ ξηρὰ ἐλάττω καὶ ἀσθενέστερα, δι' ὃ καὶ κρατεῖται μᾶλλον ἀπὸ τῆς αὐτῆς ὑγρότητος. Ὁ δὲ μύρρινος . . . σημεῖον δὲ καὶ τὸ εἰρημένον ὑπὲρ αὐτοῦ· μικρόκαρπος γὰρ εἶναι δοκεῖ διὰ τὸ μὴ λαμβάνειν τὸ κατὰ κεφαλῆς ὕδωρ ἱκανόν. Ὥστε τοῦ μὲν μυρρίνου διὰ τούτων πειρατέον ἀναζητεῖν τὰς αἰτίας.