Ancient Greek · ~3 min
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.9
Not analysed yet
Ἀπὸ μὲν οὖν τοῦ φυτοῦ ταῦτα προϋπάρχοντα ἀπὸ δὲ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος ὅτι τὸ μὲν ξηρὸν ὁ δ' ἀὴρ μαλακὸς ἄμφω δὲ ταῦτ' εἰς πέψιν τὸ μὲν τῷ συνέψειν ὁ δὲ τῷ καθυγραίνειν. Ἐπεὶ καὶ ἐνταῦθα αἱ ἄγριαί τε τῶν ἡμέρων εὐοσμότεραι καὶ αἱ ἐν προσείλοις τῶν ἐν παλισκίοις καὶ μάλισθ' αἱ πρὸς μεσημβρίαν. Ἅπασαι δ' αὗται τροφὴν ἐλάττω καὶ τὸ πέττον πλέον ἔχουσιν δι' ὃ καὶ οὐδ' εὐαυξεῖς εἰς μῆκος ἀλλὰ θαμνωδέστεραι. Καὶ γὰρ πάχος λαμβάνουσι καὶ σχίζονται μᾶλλον διὰ τὸ πολλὰς λαμβάνειν ἀρχὰς πέττοντος τοῦ θερμοῦ καὶ μερίζονται πανταχῆ· τῶν δὲ ἐν τοῖς παλισκίοις εἰς ἓν μόνον ἡ ὁρμὴ δι' ὃ καὶ μήκη μὲν αἱ ῥάβδοι μᾶλλον λαμβάνουσι πάχη δ' οὔ, καὶ ἐκ τούτων αἱ βακτηρίαι καθάπερ ἄλλοθί τε καὶ ἐν Σκιάθῳ. Κοινὸν δὲ τοῦτο ἴσως ἐπὶ πάντων τῶν δένδρων ἐστί.