Ancient Greek
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.11
Not analysed yet
Τῶν δ' ἐν τοῖς ψυχροῖς εὐόδμων τὴν θερμότητα τὴν ἐν τῇ γῇ νομιστέον εἶναι· πανταχοῦ γὰρ τὸ θερμὸν τὸ πέττον ἄλλοτε μὲν ἐκτὸς προσπίπτον ὁτὲ δὲ κατακλειόμενον ὥσπερ καὶ ἐν τῇ τῆς ὀπώρας πεπάνσει· παραπλήσιον γὰρ τὸ συμβαῖνον· ἀντιπεριϊσταμένη γὰρ ἡ θερμότης εἰς τὴν γῆν καὶ συνελαυνομένη πέττει. Δεῖ δὲ καὶ τὴν γῆν μήτε πηλώδη μήτε πίειραν εἶναι μήτε γλίσχραν· διὰ γὰρ τὴν ὑγρότητα καὶ τὴν γλισχρότητα οὐχ ὁμοίως ἐργάσεται τὸ θερμὸν, ἀλλὰ χρὴ τοιαύτην ὥστε μήτε τὸ ἐκ τοῦ ἀέρος δέχεσθαι ψυχρὸν τό τε ἐν αὐτῇ θερμὸν ἀποστέγειν καὶ τηρεῖν.