Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.6
Not analysed yet
Ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις (ἔχει) χυλὸν ἡ ἐλάα δ' οὔ. Αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις, τοῦ βότρυος δ' ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι (δὲ) δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ' ἀδύνατον.