Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.7
Not analysed yet
Τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται, τὸ δ' ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. Ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ' ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. Περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν' ὑποληπτέον τὴν αἰτίαν. Περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν ὥσπερ αὐταὶ συμφωνεῖται ἐκ πάντων.