Ancient Greek · ~2 min
Book 6, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 6.8.8
Not analysed yet
Εἰ δ' ἔνια κατ' ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν (εἰ) χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ' ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀποκρινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. Τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν.