Ancient Greek · ~2 min
Book 6, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 6.9.1
Not analysed yet
Ἁπάντων δ' ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινούμενα. Καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. Ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ἧ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόντων τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. Ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πῶς ταὐτὸ διαφέρον.