Ancient Greek · ~11 min
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 2
Not analysed yet
CAP. II. Κατὰ δὴ τὴν πύρωσιν οἱ μὲν τήκονται καὶ ῥέουσιν ὥσπερ οἱ μεταλλευτοί. ῥεῖ γὰρ ἅμα τῷ ἀργύρῳ καὶ τῷ χαλκῷ καὶ σιδήρῳ καὶ ἡ λίθος ἡ ἐκ τούτων, εἴτʼ οὖν διὰ τὴν ὑγρότητα τῶν ἐνυπαρχόντων εἴτε καὶ διʼ αὐτούς. ὡσαύτως δὲ καὶ οἱ πυρομάχοι καὶ οἱ μυλίαι ῥέουσιν οἷς ἐπιτιθέασιν οἱ καίοντες. οἱ δὲ καὶ ὅλως λέγουσι πάντας τήκεσθαι πλὴν τοῦ μαρμάρου, τοῦτον δὲ κατακαίεσθαι καὶ κονίαν ἐξ αὐτοῦ γίλοὶ νεσθαι. δόξειε δʼ ἂν οὕτως ἐπὶ πλεῖον εἰρῆσθαι· πολγὰρ οἱ ῥηγνύμενοι καὶ διαπηδῶντες ὡς ἀπομαχόμενοι τὴν πύρωσιν ὥσπερ ὁ κέραμος. ὃ καὶ κατὰ λόγον ἐστὶν, οἵτινες ἐξυγρασμένοι τυγχάνουσιν τὸ γὰρ τηκτὸν ἔνικμον εἶναι δεῖ καὶ ὑγρότητʼ ἔχειν πλείω. φασὶ δὲ καὶ τῶν ἡλιουμένων τοὺς μὲν ἀναξηραίνεσθαι τελείως ὥστʼ ἀχρείους εἶναι μὴ καταβρεχθέντας πάλιν καὶ συνικμασθέντας τοὺς δὲ καὶ μαλακωτέρους καὶ διαθραύστους μᾶλλον. φανερὸν δὲ ὡς ἀμφοτέρων μὲν ἐξαιρεῖται τὴν ὑγρότητα, συμβαίνει δὲ τοὺς μὲν πυκνούς ἀποξηραινομένους σκληρύνεσθαι, τοὺς δὲ μανοὺς καὶ ὧν ἡ σύμφυσις τοιαύτη θραυστοὺς εἶναι καὶ τηκτούς. ἔνιοι δὲ τῶν θραυστῶνται τῇ καύσει καὶ διαμένουσι πλείω χρόνον ὥσπερ οἱ περὶ Βίνας ἐν τῷ μετάλλῳ οὓς ὁ ποταμὸς καταφέρει· καίονται γὰρ ὅταν ἄνθρακες ἐπιτεθῶσι καὶ μέχρι τούτου ἄχρις ἄν φυσῷ τις, εἶτʼ ἀπομαραίνονται καὶ πάλιν καίονται, διὸ καὶ πολύν χρόνον ἡ χρῆσις· ἡ δʼ ὀσμὴ βαρεῖα σφόδρα καὶ δυσχερὴς. ὅν δὲ καλοῦσινον, ὃς ἦν ἐν τοῖς (αὐτοῖς) μετάλλοις, οὗτος διακοπεὶς καὶ συντεθεὶς πρὸς ἑαυτὸν ἐν τῷ ἡλίῳ τιθέμενος καίεται, καὶ μᾶλλον ἐὰν ἐπιψεκάσῃ καὶ περιράνῃ τις. ὁ δὲ λιπαραῖος ἐκφοροῦταί τε τῇ καύσει καὶ γίνεται κισσηροειδὴς ὥσθʼ ἅμα τήν τε χρόαν μεταβάλλειν καὶ τὴν πυκνότητα· μέλας τε γὰρ καὶ λεῖός ἐστι καὶ πυκνὸς ἄκαυστος ὤν. γίνεται δὲ οὗτος ἐν τῇ κισσήρει διειλημμένος ἄλλοθι καὶ ἄλλοθι καθάπερ ἐν κυττάρῳ καὶ οὐ συνεχὴς, ὥσπερ καὶ ἐν Μήλῳ φασὶ τὴν κίσσηριν ἐν ἄλλῳ τινὶ λίθῳ γίνεσθαι. καὶ ἐκεῖνος μὲν τούτῳ ὥσπερ ἀντιπεπονθώς· πλὴν ὁ λίθος οὗτος οὐχ ὅμοιος τῷ λιπαραίῳ. ἐκφοροῦται δὲ καὶ ὁ ἐν Τετράδι τῆςκελίας γινόμενος· τοῦτο δὲ τὸ χωρίον ἐστὶ κατὰ Λιπάραν, ὁ δὲ λίθος ἐν τῇ ἄκρᾳ τῇ Ἐρινεάδι καλουμένῃ πολὺς ὁμοίως τῷ ἐν Βίναις καιόμενος ὀσμὴν ἀφίησιν ἀσφάλτου, τὸ δʼ ἐκ τῆς κατακαύσεως ὅμοιον γίνεται γῆ κεκαυμένῃ. οὓς δὲ καλοῦσιν εὐθὺς ἄνθρακας τῶν ὀρυττομένων διὰ τὴν χρείαν εἰσὶ γεώδεις, ἐκκαίονται δὲ καὶ πυροῦνται καθάπερ οἱ ἄνθρακες. εἰσὶ δὲ περί τε τὴν Λιγυστικὴν ὅπου καὶ τὸ ἢλεκτρον, καὶ ἐν τῇ Ἠλείᾳ βαδιζόντων Ὀλυμπίαζε τὴν διʼ ὄρους, οἷς καὶ οἱ χαλκεῖς χρῶνται. εὑρέθη δέ ποτε ἐν τοῖς Σκαπτησύλης μετάλλοις λίθος ὃς τῇ μὲν ὄψει παρόμοιος ὤν ξύλῳ σαπρῷ, ὅτε δʼ ἐπιχέοιτό τις ἔλαιον καίεται, καὶ ὅτʼ ἐκκαυθείη τότε παύεται καὶ αὐτὸς ὥσπερ ἀπαθὴς ὤν. τῶν μὲν οὖν καιομένων σχεδὸν αὗται διαφοραί.