Ancient Greek · ~8 min
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 3
Not analysed yet
CAP. III. Ἀλλο δέ τι γένος ἐστὶ λίθων ὥσπερ ἐξ ἐναντίων πεφυκὸς, ἄκαυστον ὅλως, ἄνθραξ καλούμενος, ἐξ οὗ καὶ τὰ σφραγίδια γλύφουσιν, ἐρυθρὸν μὲν τῷ χρώματι, πρὸς δὲ τὸν ἥλιον τιθέμενον ἄνθρακος καιομένου ποιεῖ χρόαν. τιμιώτατον δʼ ὡς εἰπεῖν· μικρὸν γὰρ σφόδρα τετταράκοντα χρυσῶν. ἄγεται δὲ οὗτος ἐκ Καρχηδόνος καὶ Μασσαλίας. οὐ καίεται δὲ ὁ περὶ Μίλητον γωνιοειδὴς ὤν ἐν ᾧπερ καὶ τὰ ἑξάγωνα. καλοῦσι δʼ ἄνθρακα καὶ τοῦτον, ὃ καὶ θαυμαστόν ἐστιν· ὅμοιον γὰρ τρόπον τινὰ καὶ τὸ τοῦ ἀδάμαντος· οὐ γὰρ οὐδʼ ὥσπερ ἡ κίσσηρις καὶ τέφρα δόξειεν ἄν διὰ τὸ μηδὲν ἔχειν ὑγρόν· ταῦτα γὰρ ἄκαυστα καὶ ἀπύρωτα διὰ τὸ ἐξῃρῆσθαι τὸ ὑγρόν· ἐπεὶ καὶ τὸ ὅλον ἡ κίσσηρις ἐκ κατακαύσεως δοκεῖ τισι γίνεσθαι, πλὴν τῆς ἐκ τοῦ ἀφροῦ τῆς θαλάσσης συνισταμένης. λαμβάνουσι δὲ τὴν πίστιν διὰ τῆς αἰσθήσεως ἔκ τε τῶν περὶ τοὺς κρατῆρας γινομένων καὶ ἐκ τῆς διαβάρου λίθου τῆς φλογουμένης οὐ κισσηροῦται. μαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν ἐν οἷς ἡ γένεσις· καὶ γὰρ ἐν τοῖς μάλιστα καὶ ἡ κίσσηρις. τάχα δὲ ἡ μὲν οὕτως αἱ δʼ ἄλλως καὶ πλείους τρόποι τῆς γενέσεως. ἡ γὰρ ἐν Νισύρῳ καθάπερ ἐξ ἄμμου τινὸς ἔοικε συγκεῖσθαι. σημεῖον δὲ λαμβάνουσιν ὅτι τῶν εὑρισκομένων ἔνιαι διαθρύπτονται ἐν ταῖς χερσὶν ὥσπερ εἰς ἄμμον διὰ τὸ μήπω συνεστάναι μηδὲ συμπεπηγέναι. εὑρίσκουσι δʼ ἀθρόας κατὰ μικρὰ χειροπληθεῖς ὅσον πολλὰς ἢ μικρῷ μείζους ὅταν ἀπαμήσωνται τἄνω· ἐλαφρὰ δὲ σφόδρα ἡ ἄμμος. ἡ δʼ οὖ καὶ ἐν Μήλῳ πᾶσα μὲν ἔνια δʼ οὖ ἐν λίθῳ τινὶ ἑτέρῳ γίνεται καθάπερ ἐλέχθη πρότερον. διαφορὰς δʼ ἔχουσι πρὸς ἀλλήλας καὶ ματι καὶ πυκνότητι καὶ βάρει χρώματι μὲν ὅτι μέλαινα ἐκ τοῦ ῤύακος τοῦ ἐν Σκελίᾳ· πυκνότητι δὲ καὶ βάρει αὕτη τε καὶ μαλώδης. γίνεται γάρ τις καὶ τοιαύτη κίσσηρις καὶ βάρος ἔχει καὶ πυκνότητα καὶ ἐν τῇ χρήσει πολυτιμότερον τῆς ἑτέρας. τμητικὴ δὲ καὶ ἡ ἐκ τοῦ ῥύακος μᾶλλον τῆς κούφης καὶ λευκῆς, τμητικωτάτη δʼ ἐκ τῆς θαλάσσης αὐτῆς. καὶ περὶ μὲν κισσηρίδος ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν πυρουμένων καὶ τῶν ἀπυρώτων λίθων ἀφʼ ὧν καὶ εἰς τοῦτο ἐξέβημεν ἐν ἄλλοις θεωρητέον τὰς αἰτίας.