Ancient Greek · ~8 min
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 5
Not analysed yet
CAP. V. Αὕτη τε δὴ περιττὴ τῇ δυνάμει καὶ τὸ λυγγούριον· καὶ γὰρ ἐκ τούτου γλύφεται τὰ σφραγίδια καὶ ἔστι στερεωτάτη καθάπερ λίθος· ἕλκει γὰρ ὥσπερ τὸ ἤλεκτρον, οἱ δέ φασιν οὐ μόνον κάρφη καὶ ξύλον (φύλλα) ἀλλὰ καὶ χαλκὸν καὶ σίδηρον ἐὰν ᾖ λεπτὸς, ὥσπερ καὶ Διοκλῆς ἔλεγεν. ἔστι δὲ διαφανές τε σφόδρα καὶ ψυχρόν. βέλτιον δὲ τὸ τῶν ἀγρίων ἢ τὸ τῶν ἡμέρων καὶ τὸ τῶν ἀρρένων ἢ τὸ τῶν θηλειῶν ὡς καὶ τῆς τροφῆς διαφερούσης, καὶ τοῦ πονεῖν ἢ μὴ πονεῖν, καὶ τῆς τοὐ σώματος ὅλως φύσεως, ᾗ τὸ μὲν ξηρότερον τὸ δʼ ὑγρότερον. εὑρίσκουσι δʼ ἀνορύττοντες οἱ ἔμπειροι· κατακρύπτεται γὰρ καὶ ἐπαμᾶται γῆν ὅταν οὐρήσῃ. γίνεται δὲ καὶ κατεργασία τις αὐτοῦ πλείων. ἐπεὶ δὲ καὶ τὸ ἤλεκτρον λίθος, τὸ γὰρκιὸν κιὸν ὅ περὶ Λιγυστικὴν, καὶ τούτῳ ἄν ἡ τοῦ ἕλκειν δύναμις ἀκολουθοίη. μάλιστα δʼ ἐπίδηλος καὶ φανερωτάτη ἡ τὸν σίδηρον ἄγουσα. γίνεται δὲ καὶ αὕτη σπανία καὶ ὀλιγαχοῦ. καὶ αὕτη μὲν δὴ συναριθμείσθω τὴν δύναμιν ὁμοίαν ἔχειν. ἐξ ὧν δὲ τὰ σφραγίδια ποιεῖται καὶ ἄλλαι πλείους εἰσὶν, οἷον ἥ θʼ ὑαλοείδης ἣ καὶ ἔμφασιν ποιεῖ καὶ διάφασιν, καὶ τὸ ἀνθράκιον, καὶ ἡ ὄμφαξ· ἔτι δὲ καὶ ἡ κρύσταλλος καὶ τὸ ἀμέθυσον, ἄμφω δὲ διαφανὴ εὑρίσκονται δὲ καὶ αὗται καὶ τὸ σάρδιον διακοπτομένων τινῶν πετρῶν. καὶ ἄλλαι δὲ ὡς προείρηται πρότερον διαφορὰς ἔχουσαι καὶ συνώνυμοι πρὸς ἀλλήλας. τοῦ γὰρ σαρδίου τὸ μὲν διαφανὲς ἐρυθρότερον δὲ καλεῖται θῆλυ, τὸ δὲ διαφανὲς μὲν μελάντερον δὲ ἄρσεν. καὶ τὰ λυγγούρια δὲ ὡσαύτως ὧν τὸ θῆλυ διαφανέστερον καὶ ξανθότερον. καλεῖται δὲ καὶ κύανος ὁ μὲν ἄρρην ὁ δὲ θῆλυς· μελάντερος δὲ ὁ ἄρρην. τὸ δʼ ὀνύχιον μικτὸν λευκῷ καὶ φαιῷ παρʼ ἄλληλα. τὸ δʼ ἀμέθυσον οἰνωπὸν τῇ χρόᾳ. καλὸς δὲ λίθος καὶ ὁ ἀχάτης ὁ ἀπὸ τοῦ Ἀχάτου ποταμοῦ τοῦ ἐν Σκελίᾳ καὶ πωλεῖται τίμιος. ἐν Λαμψάκῳ δέ ποτʼ ἐν τοῖς χρυσίοις εὑρέθη θαυμαστὴ λίθος ἐξ ἧς ἀνενεχθείσης πρὸς στιρὰν (Ἄστυρα Schn.) σφρα γίδιον γλυφθὲν ἀνεπέμφθη (Ἀλεξάνδρῳ Plin.) βασιλεῖ διὰ τὸ περιττόν.