Ancient Greek · ~8 min
FR. II. ΠΕΡΙ ΛΙΘΩΝ.
Theophrastus, De lapidibus 6
Not analysed yet
CAP. VI. Καὶ αὗται μὲν ἅμα τῷ καλῷ καὶ τὸνιον ἔχουσιν. αἱ δὲ δὴ ἐκ τῆς Ἑλλάδος εὐτελέστεραι, οἷον τὸ ἀνθράκιον τὸ ἐξ Ὀρχομενοῦ τῆς Ἀρκαδίας. ἔστι δὲ οὗτος μελάντερος τοῦ Χίου· κάτοπτρα δὲ ἐξ αὐτοῦ ποιοῦσι· καὶ ὁ τροιζήνιος· οὗτος δὲ ποικίλος τὰ μὲν φοινικοῖς τὰ δὲ λευκοῖς χρώμασι. ποικίλος δὲ καὶ ὁ κορίνθιος τοῖς αὐτοῖς χρώμασι πλὴν ὅτι χλωροειδέστερος. τὸ δὲ ὅλον πολλοὶ τυγχάνουσιν οἱ τοιοῦτοι ἀλλʼ οἱ περιττοὶ σπάνιοι καὶ ἐξ ὀλίγων τόπων οἷον ἔκ τε Καρχηδόνος καὶ ἐκ τῶν περὶ Μασσαλίαν καὶ ἐξ Αἰγύπτου κατὰ τοὺς Καταδούπους καὶ Συήνης πρὸς Ἐλεφαντίνῃ πόλει καὶ ἐκ τῆς Ψεφὼ καλουμένης χώρας. καὶ ἐν Κύπρῳ ἥ τε σμάραγδος καὶ ἡ ἴασπις. οἷς δὲ εἰς τὰ λιθοκόλλητα χρῶνται ἐκ τῆς Βακτριανῆς εἰσὶ πρὸς τῇ ἐρήμῳ. συλλέγουσι δʼ αὐτοὺς ὑπὸ ἐτησίας ἱππεῖς ἐξιόντες· τότε γὰρ ἐμφανεῖς γίνονται κινουμένης τῆς ἄμμου διὰ τὸ μέγεθος τῶν πνευμάτων. εἰσὶ δὲ μικροὶ καὶ οὐ μεγάλοι. τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ καὶ ὁ μαργαρίτης καλούμενος, διαφανὴς μὲν τῇ φύσει, ποιοῦσι δʼ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, (πλὴν ἐλάττονι· μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης· Athen.) φέρει δὲ ἥ τε Ἰνδικὴ χῶρα καὶ νῆσοί τινες τῶν ἐν τῇ ἐρυθρᾷ. τὸ μὲν οὖν περιττὸν σχεδὸν ἐν ταύταις. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς, οἷον ὁ ἐλέφας ὁ ὀρυκτὸς ποικίλος μέλανι καὶ λευκῷ. καὶ ἣν καλοῦσι σάπφειρον· αὕτη γὰρ μέλαινα οὐκ ἄγαν πόρρω τοῦ κυάνου τοῦ ἄρρενος καὶ πρασίτις· αὕτη δὲ ἰώδης τῇ χρόᾳ. πυκνὴ δὲ καὶ αἰματίτις· αὕτη δʼ αὐχμώδης καὶ κατὰ τοὔνομα ὡς αἵματος ξηροῦ πεπηγότος. ἄλλη δὲ ἡ καλουμένη ξανθὴ, οὐ ξανθὴ μὲν τὴν χρόαν ἔκλευκος δὲ μᾶλλον, ὃ καλοῦσι χρῶμα οἱ Δωριεῖς ξανθόν. τὸ γὰρ κουράλιον, καὶ γὰρ τοῦθʼ ὥσπερ λίθος, τῇ χρόᾳ μὲν ἐρυθρὸν, περιφερὲς δʼ ὡς ῥίζα· φύεται δʼ ἐν τῇ θαλάττῃ. τρόπον δέ τινα οὐ πόρρω τούτου τῇ φύσει καὶ ὁ ἰνδικὸς κάλαμος ἀπολελιθωμένος. ταῦτα μὲν οὖν ἄλλης σκέψεως.