Ancient Greek · ~31 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 3.1
Not analysed yet
CAP. III. Ἐμπεδοκλῆς μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν. ἀπορήσειε δʼ ἄν τις ἐξ ὧν λέγει πρῶτον μὲν τί διοίσει τὰ ἔμψυχα αρὸς τὸ αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μίγνυσθαι, τὰ δʼ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσιται καὶ ταὐτὸ ἔσται μίξις καὶ αἴσθησις καὶ αὔξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων· ἐὰν μὴ προσθῇ τινα διαφοράν. ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζώῳ πῦρ ἢ τὸ ἐκτὸς, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις· ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ καὶ ἀνάγκη διαφοράν τινα ἔχειν εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους τὸ δʼ ἔξωθεν ἐπεισιόν· ὥστʼ εἰ ὅμοιον ἦν πάντη καὶ πάντως οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοὶ συμβαίνει διαφωνεῖν ἑαυτῷ, φησὶ γὰρ ὅλως οὐκ εἶναι κενὸν· εἰ δὲ πλήρεις ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῶα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον. καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γίνεσθαι τῶν ἑτερογενῶν ὥστʼ ἐναρμόττεεν, ἄλλως τε κεἰ συμβαίνει καθάπερ φησὶ τὰς ὄψεις ὧν ἀσύμμετρος ἡ κρᾶσις ὁτὲ μὲν ὑπὸ τοῦ πυρὸς ὁτὲ δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δʼ οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς ὅταν αἰσθάνηται καὶ ποῦ ταῦτα ὑπεξέρχεται; δεῖ γάρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῶα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἁρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδʼ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον ἀλλὰ μόνον ἅπτοιτο καθʼ ὁτιοῦν εὔλογον αἴσθησιν γίνεσθαι· δυοῖν γὰρ τούτοιν ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ κοὶ τῇ ἀφῇ, διὸ καὶ τὸ ἁρμόττειν εἴρηκεν· ὥστʼεἰ τὸ ἔλαττον ἅψαιτο τῶν μειζόνων εἴη ἄν αἴσθησις. ὅλως δὲ κατά γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον ἀλλὰ ἡ συμμετρία μόνη ἱκανή. διὰ τοῦτο γὰρ οὐκ αἰσθάνονται, φησὶν, ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχον σιν· εἰ δʼ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον οὐδὲν ἔτι προσαφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἡ αἴσθησις ἢ οὐ διά τινα ἀσυμμετρίαν οὐ κρίνουσι . . . ἁπάσας ἀνάγκῆ τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύ σιν. ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογον μένως ἀποδίδωσιν ἥδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ἐχθρὰ γὰρ εἶναι· διὸ ,,πλεῖστον ἀπʼ ἀλλήλων διέχουσι Γέννῃ τε κράσει τε κοὶ εἴδεσιν ἐκμακτοῖσι. “αἰσθήσει γάρ τινι ἢ μετʼ αἰσθήσεως ποιοῦσι τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅποσα γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἁφῇ, καθάπερ φησὶ, τὰ σύμ φυτα μάλιστʼ ἂν ἥδοιτο καὶ αἰσθάνοιτο· διὰ τῶν οὐ τῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. καίτοι πολλάκις αἰσθανόμενοι λυπούμεθα κατʼ αὐτὴν ὴν αἴσθησιν, ὡς δʼ Ἀναξαγόρας φησὶν ἀεί· πᾶσαν γὰρ αἴ σθησιν εἶναι μετὰ λύπης. ἔτι δʼ ἐν ταῖς κατὰ μίγεθος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνῶσιν τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύναιτʼ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαιὸν καὶ τἆλλα χρώματα τὰ μικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος κόροις, οὔτʼ ἄλλους ποιεῖ κοινοὺς ἐξ ἀμφοῖν· ὁρῶμεν δʼ οὐδὲν ἧττον ταῦτα τῶν ἁπλῶν. ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας τὰ δὲ νύκτωρ μᾶλλον ὁρῶμεν· τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοὐ πλείονος φθείρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθα ἀντιβλέκειν. ὥστε ὅσοις ἐνδεέστερον το φῶς ἧττον ἐχρῆν ὁρᾷν μεθʼ ἡμέραν, ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησὶ, τὸ δʼ ἐναντίον φθείρει καὶ κωλύει τὰ μὲν λευκὰ μᾶλλον ἐχρῆν ὁρᾷν ἅπαντας μεθʼ ἡμέραν, καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλέον τὸ φῶς, καὶ τὰ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθʼ ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων· τούτοις δʼ εὔλογον τοῦτʼ ἰσχύειν τὸ οἰκεῖον πῦρ ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός. ἔτι δὲ οἷς ἡ κρᾶσις ἐξ ἴσων ἀνάγκη συναύξεσθαι κατὰ μέρος ἑκάτερον· ὥστʼ εἰ πλεονάζον κωλύει θάτερον ὁρᾷν ἀπάντων ἂν εἴη παραπλησία πως ἡ διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη αλεπώτερον ἔσται διελεῖν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς κρίνωμεν τῷ ὁμοίῳ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφῳ τὸν ψόφον οὔτʼ ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμογενέσιν, ἀλλὰ μᾶλλον ὡς εἰπεῖν τοῖς ἐναντίοις· ἀπαθῆ γὰρ δεῖ τὴν αἴσθησιν προσάγειν. ἤχου δʼ ἐνόντυς ἐν ὠσὶν ἢ χυλῶν ἐν γεύσει καὶ ὀσμῆς ἐν ὀσφρήσει κωφότεραι πᾶσαι γίνονται μᾶλλον ὅσῳ ἄν πλήρεις ὦσι τῶν ὁμοίων· εἰ μή τις λεχθείη περὶ τούτων διορισμός. ἔτι δὲ τὸ περὶ τὴν ἀπορροὴν, καίπερ οὐχ ἱκανῶς λεγόμενον, περὶ μὲν τὰς ἄλλας ὅμως ἐστί πως ὑπολαβεῖν, περὶ δὲ τὴν ἁφὴν καὶ γεῦσιν οὐ ῥᾴδιον. πῶς γὰρ τῇ ἀπορροῇ κρίνομεν ἢ πῶς ἐναρμόττει τοῖς πόροις τὸ τραχύ καὶ τὸ λεῖον; μόνου γὰρ δοκεῖ τῶν στοιχείων τού πυρὸς ἀπορρεῖν ἀπὸ δὲ τῶν ἄλλων οὐδενός. ἔτι δὲ εἰ ἡ φθίσις διὰ τὴν ἀπορροὴν, ᾧπερ χρῆται κοινοτάτῳ σημείῳ καὶ τὰς ὀσμὰς ἀπορροῇ γίνεσθαι, τὰ πλείστην ἔχοντα ὀσμὴν τάχιστʼ ἐχρῆν φθείρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμωδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς φιλίας (γεύσεως̣) ὅλως μὴ εἶναι αἴσθησιν ἢ ἧττον διὰ τὸ συγκρίνεσθαι τότε καὶ μὴ ἀπορρεῖν. ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφοις ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν ἔνδον ποιήσαντος ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω διʼ ἐκεῖνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὄσφρησιν εἴρηκε. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδʼ ἀναπνέει τῶν σφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὔηθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαινούσης ἢ μὴ ἀνεῳγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρῶσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἕλκουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοὐνανὀσφρήσεως τίον. οὐ γὰρ ἴσως καθʼ αὑτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ἔκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δʼ ὡς ταύτης οὔσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὥσπερ ἐπισημαινόμενος ,,Ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν· “οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κουφῶν, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κουφότατα μὲν, οὐ ποιοῦσι δὲ αἴσθησιν ὀσμῆς. ὡσαύτως δʼ ἄν τις καὶ περὶ τὴν φρόνησιν ἀπορήσειεν εἰ διὰ τῶν αὐτῶν ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἅπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ δὴ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζώων ἄναιμα, τῶν δʼ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὀστοῦν καὶ θρὶξ αἰσθάνοιτʼ ἄν, ἐπεὶ γοῦν ἐξ ἀπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸν εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ (τὸ) λυπεῖσθαι καὶ ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθʼ ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην τῷ δὲ φρονεῖν ἡδονήν. ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡσεὶ τὴν γλῶτταν αἰτίαν τυῦ εὖ λέγειν, τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλʼ οὐκ ὀργάνου τάξιν ἔχυντο. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζώων. Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.