Ancient Greek · ~4 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 4
Not analysed yet
CAP. IV. Τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῶα διαφοράν. ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι· τὰ δʼ ἄλλα αἰσθάνεται μὲν οὐ ξυνίησι δὲ, ὡς ἕτερον ἂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὐ καθάπερ Ἐμπεδοκλῆς ταὐτόν. ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσὶν διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν φθέγγεσθαι δὲ τῷ κοίλῳ τὸν ἀέρα δʼ ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα τῆς ἁπαλότητος. ὀφθαλμούς δὲ ὁρᾷν διὰ τοῦ πέριξ ὕδατος· ὅτι δʼ ἔχει πῦρ δῆλον εἶναι, πληγέντος γὰρ ἐκλάμπειν. ὁρᾷν τῷ στίλβοντι καὶ τῷ διαφανεῖ ὅταν ἀντιφαίνῃ καὶ, ὅσῳ ἂν καθαρώτερον ᾖ, μᾶλλον. ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον, διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνεσθαι γὰρ τοὺς πόρους διʼ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀρῆς οὐκ εἴρηκε οὔτε πῶς οὔτε τίνι γίνεται. Ἀλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν.