Ancient Greek · ~9 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 5
Not analysed yet
CAP. V. Ἀναξαγόρας δὲ γίνεσθαι τοῖς ἐναντίοις· τὸ γὰρ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. καθʼ ἑκάστην δʼ ἰδία πειρᾶται διαριθμεῖν. ὁρᾷν μὲν γὰρ τῇ ἐμφάσει τῆς κόρης, οὐκ ἐμφαίνεσθαι δὲ εἰς τὸ ὁμόχρων ἀλλʼ εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθʼ ἡμέραν ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρουν, διὸ ὀξυωπεῖν τότε. ἀπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρων εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεσθαι δὲ μεθʼ ἡμέραν ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χρόαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεσθαι . τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἀρὴν κοί τὴν γεῦσιν κρίνειν· τὸ γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον. οὐδὲ δὴ τὸ γλυκὺ καὶ τὸ ὀξύ διʼ αὐτῶν γνωρίζειν ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρὸν, τῷ δʼ ἁλμυρῷ τὸ πότιμον, τῷ δʼ ὀξεῖ τὸ γλυκύ κατὰ τὴν ἔλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τὸ μὲν ἅμα τῇ ἀναπνοῇ τὸ δὲ τῷ διικνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὀστοῦν εἶναι κοῖλον εἰς ὃ ἐμπίπτειν τὸν ψόφον. ἅπασαν δʼ αἴσθησιν μετὰ λύπης, ὅπερ ἂν δόξειεν ἀκόλουθον εἶναι τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἁπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ ὕπνου (χρόνου Sch.) πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τὰ τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐμποιεῖν καὶ οὐ πολύν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μείζω ζῶα καὶ ἁκλῶς εἶναι κατὰ τὸ μέγεθος τὴν αἴσθησιν (τῶν αἰσθητηρίων). ὅσα μὲν γὰρ μεγάλους καὶ καθαρούς καὶ λσμπροὺς ὀφθαλμούς ἔχει μεγάλα τε καὶ πόρρωθεν ὁρᾷν, ὅσα δὲ μικροὺς ἐναντίως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν τὰ δʼ ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸν λεπτὸν ἀέρα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀνακνέον δὲ τὸ μὲν μέγα ζῶον ἅμα τῷ μανῷ καὶ τὸ πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸ μανὸν, διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμήν ἐγγύς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνοτέραν εἶναι, σκεδαννυμένην δὲ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἰπεῖν οὐκ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς ἀέρος τὰ δὲ μικρὰ τῆς πυκνῆς.