Ancient Greek · ~2 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 7
Not analysed yet
CAP. VII. Κλείδημος δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως. αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς μὲν ὅτι διαφανεῖς· ταῖς δʼ ἀκοαῖς ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ. ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα, τοῦτον γὰρ ἀναμίγνυσθαι· τῇ δὲ γλώσσῃ τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι· τῷ δʼ ἄλλῳ σώματι παρὰ μὲν ταῦτʼ οὐδὲν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία· μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ Ἀναξαγόρας ἀρχὴν ποιῶν πάντων τὸν νοῦν.