Ancient Greek · ~17 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 8.1
Not analysed yet
CAP. VIII. Διογένης δὲ, ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν, τῷ ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει, διὸ καὶ δόξειεν ἂν τῷ ὁμοίῳ ποιεῖν· οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν εἰ μὴ πάντα ἦν ἐξ ἑνός. τὴν μὲν ὄσφρησιν τῷ περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῇ ἀκοῇ (ἀναπνοῇ Sch.) · τὸν ἐγκέφαλον αὐτὸν μόνον καὶ φλεβία, λεπτότατον δʼ ἐν οἷς ἡ θέσις ἀσύμμετρος, καὶ οὐ μίγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῇ κράσει σύμμετρος δῆλον ὡς αἰσθανόμενον ἄν. τὴν δʼ ἀκοὴν ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῷ πρὸς τὸν ἐγκέφαλον. τὴν δʼ ὄψιν ὁρᾷν ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ μιγνυμένην τῷ ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δὲ· ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν οὐ μίγνυσθαι τῷ ἐντὸς οὔθ᾿ ὁρᾷν ὁμοίως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῇ γλώττῃ διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν, οὔτε πῶς οὔτε τίνων ἰκτίν· ἀλλὰ μετὰ ταῦτα πειρᾶται λέγειν διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων. ὄσφρησιν μὶν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῇ κεφαλῇ, ἥκιστα γὰρ μίγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκῃ διὰ μακροτέρου καὶ στενοτέρου, θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζώων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῷ ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δʼ ὀξύτατα ὧν αἵ τε φλέβες λεπταὶ αἰ παρὰ τῇ αἰσθήσει καὶ ἡ ἀκοὴ τέτρηται βραχὺ καὶ λεπτὸν καὶ ἰθὺ, καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρυτέρα ᾖ κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν. ὁρᾷν δʼ ὀξύτατον ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτὰς ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δʼ ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα, διʼ ὃ τοὺς μελανοφθάλμους μεθʼ ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾷν τοὺς δʼ ἐναντίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ σημεῖον εἶναι ὅτι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ᾿ ὁρῶμεν οὔτʼ ἀκούομεν. ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον. ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσγηται τῷ αἵματι καὶ κουφίζῃ κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιὼν ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος καὶ ἀσθενεστέρου καὶ πυκνοτέρου γιγνομένου λύπην. ὁμοίως καὶ θράσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς ωὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπʼ αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζώων τὰ χρώματα μηνύειν, ὁπόσα γὰρ ἂν ᾖ καὶ ὁποῖα τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίγνεσθαι. φρονεῖν δὲ ὥσπερ ἐλέχθη τῷ ἀέρι καθαρῷ καὶ ξηρῷ κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν, διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαῖς καὶ ἐν ταῖς πλησμοναῖς ττον φρονεῖν. ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν σημεῖον ὅτι τὰ ἄλλα ζῶα χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρὸν φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφρὰν καὶ τὸ πνεῦμα οὐ διιέναι διὰ παντὸς ἀλλὰ ἑστάναι περὶ τὴν κοιλίαν. διὸ τὴν μὲν τροφὴν ταχὺ πέττειν αὐτὸ δʼ ἄφρον εἶναι. συμβάλλεσθαι δʼ ἔτι πρὸς τῇ τροφῇ καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνιέναι ἀλλήλων. τὰ δὲ φυτὰ διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφῃρῆσθαι τὸ φρονεῖν. ταὐτὸν δʼ αἴτιον εἶναι καὶ ὅτι τὰ παίδια ἄφρονα. πολὺ γὰρ ἔχειν τὸ ὑγρὸν ὥστε μὴ δύνασθαι διὰ παντὸς διιέναι τοῦ σώματος (τὸν ἀέρα) ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη, διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα. ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐμετάπτωτα διὰ τὸ ἐν μικρῷ κινεῖσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι καὶ συνιέναι· σημεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνησκομένοις τὴν ἀπορίαν εἶναι περὶ τὸ στῇθος, ὅταν δὲ εὕρωσι διασκίδνασθαι καὶ ἀνακουφίζεσθαι τῆς λύπης.