Ancient Greek · ~8 min
FRAGMENTUM I.
Theophrastus, De sensu et sensibilibus 9
Not analysed yet
CAP. IX. Διογένης μὲν οὖν πάντα βουλόμενος ἀνάπτειν τῷ ἀέρι πολλῶν ἀπολείπεται πρὸς πίστιν. οὔτε γὰρ τὴν αἴσθησιν οὔτε τὴν φρόνησιν ἴδιον ποιεῖ τῶν ἐμψύχων. ἴσως γὰρ καὶ ἀέρα τοιοῦτον καὶ κρᾶσιν καὶ συμμετρίαν ἐνδέχεται πανταχοῦ καὶ πᾶσιν ὑπάρχειν, εἰ δὲ μὴ τοῦτο αὐτὸ λεκτέον. ἔτι δὲ καὶ ἐν αὐταῖς ταῖς διαφόροις αἰσθήσεσιν ὥστε ἐνδέχεσθαι τὰ τῆς ὄψεως τὴν ἀκοὴν κρίνειν καὶ ὥσπερ ἡμεῖς τῇ ὀσφρήσει ταῦτα ἄλλο τι ζῶον ἕτερα διὰ τὸ τὴν αὐτὴν ἔχειν κρᾶσιν. ὥστε καὶ τῇ περὶ τὸν θώρακα ἀναπνοῇ κρίνειν τότε τὰς ὀσμάς· ἐνδέχεται γὰρ ἐνίοτε σύμμετρον εἶναι ταύταις. εὔηθες δὲ καὶ τὸ περὶ τὴν ὄψιν ὡς τῷ ἀέρι τῷ ἐντὸς ὁρῶμεν· ἀλλὰ ἐλέγχει μέν πως τούς τὴν ἔμφασιν ποιοῦντας οὐ μὴν αὐτὸς λέγει τὴν αἰτίαν. ἔπειτα τὸ μὲν αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ φρονεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ μίξει τοῦ αἵματος ἀποδίδωσι. πολλὰ δὲ τῶν ζώων τὰ μὲν ἄναιμα τὰ δὲ ὅλως οὐκ ἀναπνεῖ· καὶ εἰ δεῖ διὰ παντὸς τοῦ σώματος διιέναι τὴν ἀναπνοὴν ἀλλὰ μορίων τινῶν . . . μικροῦ γὰρ ἕνεκα τοῦτʼ ἔστιν, οὐθὲν ἂν κωλύοι διά γε τοῦτο καὶ τὰ πάντα καὶ μεμνῆσθαι καὶ φρονεῖν. ἔτι δὲ εἰ καὶ τοῦτο συνέβαινεν οὐκ ἂν ἦν ἐμποδών. οὐ γὰρ ἐν ἅπασι τοῖς μέρεσιν ὁ νοῦς, οἷον ἐν τοῖς σκέλεσι καὶ τοῖς ποσὶν, ἀλλὰ ἐν ὡρισμένοις, διʼ ὧν καὶ οἱ ἐν ἡλικίᾳ καὶ μέμνηνται καὶ φρονοῦσιν. εὔηθες δὲ καὶ τὸ τοὺς ἀνθρώπους διαφέρειν τῷ καθαρώτερον ἀναπνεῖν ἀλλʼ οὐ τὴν φύσιν καθάπερ καὶ τὰ ἔμψυχα τῶν ἀψύχων. ἐχρῆν γὰρ εὐθὺς μεταλλάξαντα τόπον διαφέρειν τῷ φψρονεῖν· καὶ τῶν ἀνθρώπων δὲ τοὺς ἐν τοῖς ὑψηλοῖς ἐμφρονεστέρους εἶναι τῶν πάντων δὲ μάλιστα τούς THEOPHR III. ὄρνιθας· οὐ γὰρ τοσοῦτον ἡ τῆς σαρκὸς διαφέρει φύσις ὅσον ἡ τοῦ ἀέρος καθαριότης. ἔτι δὲ τὰ φυτὰ μὴ φρονεῖν διὰ τὸ μὴ ἔχειν κενὸν, οἷς δʼ ἐνυπάρχει ταῦτα πάντα φρονεῖν. Διογένης μὲν οὖν ὥσπερ εἴπομεν ἅπαντα προθυμούμενος ἀνάγειν εἰς τὴν ἀρχὴν πολλὰ διαμαρτάνει τῶν εὐλόγων.