Ancient Greek
B, Chapter 8
Theophrastus, Enquiry into Plants 8.4-2
Not analysed yet
Τοῖς δὲ φοίνιξιν αἱ ἀπὸ τῶν ἀρρένων πρὸς τοὺς. θήλεις· οὗτοι γάρ εἰσιν οἱ ἐπιμένειν ποιοῦντες καὶ ἐκπέττειν, ὃ καλοῦσί τινες ἐκ τῆς ὁμοιότητος ὀλυνθάζειν. γίνεται δὲ τόνδε τὸν τρόπον. ὅταν ἀνθῇ τὸ ἄρρεν, ἀποτέμνουσι τὴν σπάθην ἐφ᾿ ἧς τὸ ἄνθος εὐθὺς ὧσπερ ἔχει, τόν τε χνοῦν καὶ τὸ ἄνθος καὶ τὸν κονιορτὸν κατασείουσι κατὰ τοῦ καρποῦ τῆς θηλείας· κἂν τοῦτο πάθῃ, διατηρεῖ καὶ οὐκ ἀποβάλλει. φαίνεται δ᾿ ἀμφοῖν ἀπὸ τοῦ ἄρρενος τοῖς θήλεσι βοήθεια γίνεσθαι· θῆλυ γὰρ καλοῦσι τὸ καρποφόρον· ἀλλ᾿ ἡ μὲν οἶον μῖξις· ἡ δὲ κατ᾿ ἄλλον τρόπον.