Ancient Greek
ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΙΣΤΟΡΙΑΣ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.2-6
Not analysed yet
καὶ ἐπὶ τῶν λαχανηρῶν δ᾿ ὁμοίως, οἶον ῥάφανος πήγανον καὶ ὅσα παραπλήσια τούτοις ἐστίν. ὑπὲρ ὧν οὐχ ἦττον ἴσως ἁρμόττει κατὰ τὴν οἰκείαν προσηγορίαν εἰπεῖν, ὅταν περὶ στεφανωμάτων καὶ λαχάνων ποιώμεθα μνείαν. νῦν δὲ πρῶτον περὶ τῶν ἀγρίων λέγωμεν. ἔστιν αὐτῶν εἴδη καὶ μέρη πλείω, ἃ δεῖ διαιρεῖν καὶ τοῖς καθ᾿ ἕκαστον γένος καὶ τοῖς ὅλοις εἴδεσι. Μεγίστην δ᾿ ἄν τις λάβοι διαφοράν τῶν ὅλων γενῶν, ὅτι τὰ μὲν ἀνάκανθα τὰ δὲ ἀκανθώδη τυγχάνει. πάλιν δ᾿ ἐν ἑκατέρῳ τούτων πολλαὶ διαφοραὶ γενῶν καὶ εἰδῶν, ὑπὲρ ὧν καθ᾿ ἑκάτερα πειρατέον εἰπεῖν.