Ancient Greek · ~2 min
Θ, Chapter 11
Theophrastus, Enquiry into Plants 11.9-2
Not analysed yet
Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργουμένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παῤ ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερμάτων. δι᾿ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀναβλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντελής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος βλάστησιν.