Ancient Greek · ~3 min
Δ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.3-4
Not analysed yet
Χαίρει δὲ σφόδρα καὶ ἡ μίλος τοῖς παλισκίοις καὶ ἡ πάδος καὶ ἡ θραύπαλος. περὶ δὲ τὰς κορυφὰς τῶν ὀρέων καὶ τοὺς ψυχροὺς τόπους θυία μὲν φύεται καὶ εἰς ὕψος, ἐλάτη δὲ καὶ ἄρκευθος φύεται μὲν οὐκ εἰς ὕψος δέ, καθάπερ καὶ περὶ τὴν ἄκραν Κυλλήνην· φύεται δὲ καὶ ἡ κήλαστρος ἐπὶ τῶν ἄκρων καὶ χειμεριωτάτων. ταῦτα μὲν οὖν ἄν τις θείη φιλόψυχρα· τὰ δ᾿ ἄλλα πάντα ὡς εἰπεῖν μᾶλλον χαίρει τοῖς προσείλοις. οὐ μὴν ἀλλὰ καὶ τοῦτο συμβαίνει κατὰ τὴν χώραν τὴν οἰκείαν ἑκάστῳ τῶν δένδρων. ἐν Κρήτῃ γοῦν φασιν ἐν τοῖς Ἰδαίοις ὄρεσι καὶ ἐν τοῖς Λευκοῖς καλουμένοις ἐπὶ τῶν ἄκρων ὅθεν οὐδέποτ᾿ ἐπιλείπει χιὼν κυπάριττον εἶναι· πλείστη γὰρ αὕτη τῆς ὕλης καὶ ὅλως ἐν τῇ νήσῳ καὶ ἐν τοῖς ὄρεσιν.