Ancient Greek
Δ, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-4
Not analysed yet
Ἔστι δέ, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων τὰ μὲν ὀρεινὰ τὰ δὲ πεδεινὰ μᾶλλον. ἀναλογίᾳ δὲ καὶ ἐν αὐτοῖς τοῖς ὄρεσι τὰ μὲν ἐν τοῖς ὑποκάτω τὰ δὲ περὶ τὰς κορυφάς, ὥστε καὶ καλλίω γίνεται καὶ εὐσθενῆ πανταχοῦ δὲ καὶ πάσης τῆς ὕλης πρὸς βορρᾶν τὰ ξύλα πυκνότερα καὶ οὐλότερα καὶ ἁπλῶς καλλίω· καὶ ὅλως δὲ πλείω ἐν τοῖς προσβορείοις, φύεται. αὐξάνεται δὲ καὶ ἐπιδίδωσι τὰ πυκνὰ μὲν ὄντα μᾶλλον εἰς μῆκος, δι᾿ ὃ καὶ ἄνοζα καὶ εὐθέα καὶ ὀρθοφυῆ γίνεται, καὶ κωπεῶνες ἐκ τούτων κάλλιστοι· τὰ δὲ μανὰ μᾶλλον εἰς βάθος καὶ πάχος, δι᾿ ὃ καὶ σκολιώτερα καὶ ὀζωδέστερα καὶ τὸ ὅλον στερεώτερα καὶ πυκνότερα φύεται.