Ancient Greek · ~2 min
Η, Chapter 1
Theophrastus, Enquiry into Plants 1.4-7
Not analysed yet
Ὅλως δὲ ὅσα κατὰ πλείους ὥρας σπείρεται, ταῦτ᾿ οὐδὲν θᾶττον τέλεια γίνεται τοῦ θέρους. καὶ θαυμαστὸν εἰ καὶ μηθὲν ἡ ὥρα συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς τὸ θᾶττον, ἐὰν δὲ μοχθηρὰ καὶ ψυχρὰ καὶ τῷ ἀέρι περισκεπὴς βραδύτερον· ἐπεὶ καὶ χειμώνων ἢ εὐδιῶν ἐπιγινομένων τοῖς ἀρότοις ὁτὲ μὲν βραδύτερον ὁτὲ δὲ θάττον ἡ βλάστησις· διαφέρει δὲ ταῦτα κατὰ τοὺς ἀρότους ἑκάστων· πρωϊαίτατον γὰρ ἐν τοῖς εὐείλοις καὶ εὐκρᾶσιν.