Ancient Greek · ~2 min
ΘEOΦPAΣTOΥ ΠEΡΙ ΦΥΤΩN ΙΣTOΡΙΑΣ, Chapter 10
Theophrastus, Enquiry into Plants 10.3
Not analysed yet
Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ᾿ εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι᾿ οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος.